παρακαλώ περιμένετε...
ΦΥΛΕΣ ΤΩΝ ΖΩΔΙΩΝ
Ὁ Ζυγὸς 18 Ὀκτωβρίου - 16 Νοεμβρίου

Libra.jpg

 Οὐρανομετρικὴ διέλευσις: 31 Ὀκτωβρίου - 22 Νοεμβρίου

Στοιχεῖον (Τρίγωνον): Ἀὴρ Χρῶμα: Ῥόδινον, πράσινον
Τριγωνοκράτορες Ἀέρος: ἡμέρας Κρόνος, νυκτὸς Ἑρμοῦ, ἐπίκοινος ὁ Ζεύς
Οἶκος: Ἀφροδίτης (ἡμερινὸς) Ὕψωμα: Κρόνου εἰς 21° /Ταπείνωμα: Ἡλίου εἰς 19°
Πρόσωπα Δεκανῶν: Σελήνη/1ος, Κρόνος/2ος, Δίας/3ος
Ὅρια: 1° - 6° Κρόνος, 7° - 14° Ἑρμῆς, 15° - 21° Δίας, 22° - 28° Ἀφροδίτη, 29° - 30° Ἄρης (κατὰ Ἡφαιστ./Αἰγυπτίους)
1° - 6° Κρόνος, 7° - 11° Ἀφροδίτη, 12° - 16° Ἑρμῆς, 17° - 24° Δίας, 25° - 30° Ἄρης (κατὰ Πτολεμαῖον)
Λαμπραὶ μοῖραι: 12°, 17°, 23°, 30°
Βοτάνη: σκορπίουρον 
Κληίδαι Λέξεις: φθινοπωρινόν, στερεόν, ὑποτακτικόν, ἡμερήσιον, ἀνθρωποειδές, φωνῆεν
Ἀνατομία: Τὰ ἰσχία

 

 Ὁ Ζυγὸς ἐφορεύεται ἀπὸ τὸν θεὸν Πλούτωνα

 

 

 Γεννήσεις ἔχουσαι τὸν Ὡροσκόπον ἐν Ζυγῷ

Κατὰ Ἠφαιστίωνα, ἐφόσον δεν στέκεται ἀντιθέτη κάποια ἄλλη ἀστρικὴ αἰτία, ὁ Ὡροσκόπος ἐν Ζυγῷ σημειοδοτεῖ τὰ ἑξῆς:

ὁ γεννώμενος ἐπὶ τοῦ πρώτου ἔσται πρόγονος καὶ διαστήσει τοὺς γονεῖς καὶ ἐν ζημίαις καὶ λύπαις ἐξετασθήσεται καὶ καταλείψει τὴν πατρίδα καὶ ἔσται μετὰ ἀλλοφύλων ἀνθρώπων καὶ πολλοὺς πόνους ὑποστὰς αὖθις ἐπανέρχεται εἰς τὴν πατρίδα καὶ βελτιωθήσεται καὶ ὄψεται τέκνων προκοπάς. τὰ δὲ σημεῖα αὐτοῦ· ὄνομα δεσπότου ἕξει, τραῦμα καὶ οὐλὴ ἔσται ἐν τῇ κεφαλῇ, πυρίκαυστος ἔσται περὶ τὴν χεῖρα καὶ περὶ τὸν πόδα, ἐξ ὑψηλοῦ τόπου κατακρημνι σθεὶς οὐ τελευτήσει. οἱ δὲ κλιμακτῆρες τοῦ θεοῦ ἔτος θ, ιῃ, κβ, λῃ, μθ, νθ, χῃ, οζ. (Ὅποιοςἔχει Ὡροσκόπον εἰς τὸν πρῶτον δεκανὸν θὰ εἶναι πρόγονος (μὲ θετὸν πατέρα ἢ μητέρα), οἱ γονεῖς του θὰ χωρίσουν καὶ θὰ δοκιμασθεὶ μὲ ζημίας καὶ λύπας. Θὰ ἐγκαταλείψει τὴν πατρίδα του καὶ θὰ εἶναι μὲ ἀλλοφύλους ἀνθρώπους καὶ πολλοὺς πόνους θὰ ὑποστεῖ. Κατόπιν θὰ ἐπανέλθει εἰς τὴν πατρίδα του καὶ θὰ βελτιωθεῖ καὶ θὰ δεῖ τὰ τέκνα του να εὐημεροῦν. Τὰ χαρακτηριστικὰ του εἶναι, θὰ λάβει ὄνομα δεσπότου, θὰ ἔχει τραῦμα καὶ οὐλὴν εἰς τὴν κεφαλήν, κάψιμον εἰς τὴν μία χεῖρα καὶ τὸν ἕνα πόδα, καὶ παρότι θὰ κρημνισθεῖμ ἀπὸ ὑψηλὸν τόπον δεν θὰ πεθάνει. Κρίσιμαι περίοδοι τοῦ βίου του ἔχουν καταγραφεῖ τὰ ἔτη 9ο, 16ο, τὸ 22ο, 36ο, 49ο, 59ο, 66ο καὶ 77ο).

ὁ δὲ ἐπὶ τοῦ δευτέρου γεννώμενος λαμπρός, πλούσιος, ἀρχοντικὸς καὶ ἐπὶ ἐλπίσιν ἐκδημῶν καὶ βασιλικαῖς δωρεαῖς καὶ τιμαῖς, συμβίῳ δὲ ἀγαθῇ περιπίπτει ὁ τοιοῦτος καὶ τέκνων γονὰς ἕξει, εὑρέματά τε εὑρίσκει καὶ τέκνων προκοπὰς θεωρεῖ. τὰ δὲ σημεῖα αὐτοῦ· τὸ μέγεθος ἴσος, τὸ πρόσωπον μέλας, ἡ θρὶξ ἀραιά, σημεῖον μέλαν ἔσται ἐπὶ τοῦ μαστοῦ καὶ ἕτερον ἐπὶ τὴν ὀσφύν, καὶ καταπονηθήσεται ὑπ' αὐτοῦ. εἰσὶ δὲ οἱ κλιμακτῆρες τοῦ θεοῦ ἔτος θ, ιβ, ιδ, λῃ, μα, νη, χγ, οδ, πη. (Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸ δεύτερον δεκανὸν θὰ εἶναι λαμπρός, πλούσιος, ἀρχοντικός, θὰ ἀποδημήσει ἀπὸ τὴν πατρίδα του μὲ μεγάλας ἐλπίδας καὶ μὲ ἀρχοντικὰς δωρεὰς καὶ τιμάς. Θὰ περιπέσει εἰς ἀγαθὴν γυναῖκα, θὰ ἀποκτήσει τέκνα, θὰ εὑρεῖ πολλὰ καλὰ εἰς τὴν ζωὴν του καὶ θὰ δεῖ τὰ τέκνα του να εὐημεροῦν. Τὰ χαρακτηριστικὰ του εἶναι εὐθύκορμος, σκουροπρόσωπος, μὲ ἀραιὸν τρίχωμα, θὰ ἔχει μελανὸν σημάδι εἰς τὸν μαστὸν καὶ ἄλλο ἕνα ὄπισθεν τῆς μέσεως του καὶ θὰ ταλαιπωρηθεῖ ἐξ αὐτοῦ. Κρίσιμαι περίοδοι τοῦ βίου του ἔχουν καταγραφεῖ τὰ ἔτη 9ο, 16ο, 14ο, 36ο, 41ο, 58ο, 63ο, 74ο, καὶ 88ο).

ὁ δὲ ἐπὶ τοῦ τρίτου γεννώμενος ἔσται σχέτλιος, εὐσχήμων, πλουσιόψυχος, πολύφιλος καὶ ἐν δημοσίαις ἀσχολίαις· ἔσται γνωστὸς ἐν τόποις πολλοῖς, εὐχρημάτιστος ὑπὸ θεῶν, ἀκαταστατήσει δὲ κατὰ γυναῖκα καὶ λήψεται προειλημμένην καὶ τεκνώσει, ἔνιοι δὲ καὶ στεφανηφοροῦσι καὶ ἄρχουσι πόλεων. τὰ δὲ σημεῖα αὐτοῦ· τὸ πρόσωπον ξανθός, μῶμον ἕξει περὶ τοὺς ὀφθαλμούς, θετὸν υἱὸν ἔξωθεν ἀναθρέψει, πόνον ἕξει περὶ τὰ νευρικά. εἰσὶ δὲ οἱ κλιμακτῆρες τοῦ θεοῦ ἔτος α, θ, ια, κγ, λῃ, μβ, νθ, χη, οθ. ( Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸν τρίτον δεκανὸν θὰ εἶναι λαμπρός, καλοσχηματισμένος, πλουσιόψυχος, μὲ πολλοὺς φίλους καὶ θὰ ἀσχοληθεῖ μὲ τὰ κοινά. Θὰ γίνει γνωστὸς εἰς πολλοὺς τόπους καὶ θὰ ἀποκτήσει πολλὰ χρήματα ἀπὸ τὴν εὔνοιαν τῶν Θεῶν. Ὁ γάμος του θὰ ἀποβει καλὸς καὶ θὰ λαβει γυναῖκά που πρὶν τὴν εἶχε ἄλλος καὶ θὰ ἀποκτήσει τέκνα. Μερικοὶ θὰ φθάσουν εἰς θρόνον καὶ θὰ κυβερνήσουν πόλιν. Τὰ χαρακτηριστικὰ του εἶναι ξανθὸς εἰς τὸ πρόσωπον, θὰ ἔχει ἐλάττωμα περὶ τῶν ὀφθαλμῶν, θὰ ἀναθρέψει καὶ θετὸν υἱὸν καὶ θὰ ὑποφέρει ἀπὸ πόνον νεύρων (νευραλγία). Κρίσιμαι περίοδοι τοῦ βίου του ἔχουν καταγραφεῖ τὰ ἔτη 1ο, 9ο, 11ο, 23ο, 36ο, 42ο, 59ο, 68ο καὶ 79ο).

ὁ δὲ ἐπὶ τοῦ μεσεμβολήματος γεννώ μενος ἕξει ἑλκώσεις ἢ σηπεδόνας ἢ ῥευματισμοὺς καὶ σύριγγας ἢ καὶ ὕδερον καὶ φακώσεις καὶ βρογχοκήλας καὶ σκίρους ἢ κιρσούς. (Ὅποιος ἔχει Ὡροσκόπον εἰς τὸ μεσεμβόλημα τοῦ Ζυγοῦ μὲ τὸν Σκορπιὸν θὰ πάθει ἕλκη ἢ σήψεις ἢ ῥευματισμοὺς καὶ σύριγγας ἢ ὑδρωπικία καὶ κρεατοελιὰς καὶ βρογχοκήλας καὶ σκληρώματα εἰς τὸ δέρμα ἢ κιρσούς). [Ἡφαιστίων, Ἀποτελεσματικὰ βιβλ. Α', κεφ. α', Ζυγός]

ΣΥΜΠΛΗΡΩΜΑΤΙΚΑ

Ἀποτελεῖ δὲ εὐκράτους, μελανοφθάλμους, εὔτριχας, εὐφόρους, δικαίους. τούτων δὲ τοὺς μὲν ἐν τῷ α' δεκανῷ ἐναρέτους, ἀνδρείους, φιλοφίλους, πολυπλανήτους. ἐπὶ δὲ τοῦ β' εὐφυεῖς, σοφούς, ἡγεμονικούς, εὐδόξους, φιλογυναίους, ἐκδημητάς, δικαίους, πολυγνώστους, σπαναδέλφους. ἐπὶ δὲ τοῦ γ' εὐφυεῖς, δαπανητας δε καὶ εὐμεταβόλους, οὐκ ἀπονήρους. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Β', Περὶ τοῦ ζῳδιακοῦ κύκλου, Ζυγός]

ΠΑΡΑΝΑΤΕΛΛΟΝΤΕΣ

Ὁ Στάχυς Ζυγοῦ μοίρᾳ οὐδὲν κ' βόρειος μεγέθους πρώτου, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ...Ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου Ζυγοῦ μοίρας ιε’ κ', βόρειος, μεγέθους πρώτου, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ... Οὔτοι οἱ ἀστέρες ἰσομοίρως ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιοῦσι τοὺς οὕτω γεννωμένους οὐ μόνον περιφανεῖς καὶ εὐπόρους καὶ ἐνδόξους ἀλλὰ καὶ πολυμαθεῖς καὶ ἐμφιλοσόφους καὶ λογίους καὶ ποιητικοὺς καὶ ἐπιστημονικοὺς καὶ εὐφυεῖς καὶ φιλομούσους καὶ φιλοτέχνους καὶ χρηστοήθεις καὶ ἀπολαυστικοὺς καὶ τρυφεροδιαίτους καὶ εὐφροσύνους. συνετούς τε καὶ διανοητικοὺς καὶ εὐεπιβόλους καὶ κατορθωτικοὺς καὶ σχεδὸν αὐτοδιδάκτους καὶ καθολικῶς διὰ λόγων ἀρετὴν ἤτοι φρονήσει δοξαζομενους, ζηλωτὰς τῶν ἀρετῶν, εὐστόμους, ἐπιχάρεις τῷ λόγῳ καὶ ἐρασμίους καὶ εὐαρμόστους τοῖς ἤθεσι, σπουδαίους, κριτικοὺς μεγαλόφρονας, ἐνίοτε καὶ πολυκοίνους, εὐκινήτους περὶ τὰ ἀφροδίσια ἐάνπερ καὶ ὁ Ἄρης ἀνατολικὸς ὢν ὑπέργειος ἐπιθεωρήσῃ ἕνα αὐτῶν ὡρονομοῦντα• ἐὰν δὲ ἐπιθεωρήσῃ ἐπίκεντρος ὁ Ἄρης καὶ πράγμασι περιπλέκονται γραπτῶν χάριν ἢ ἐπιθυμιῶν τίνων, ἐὰν μάλιστα οὕτως ὢν Ἄρης πρὸς Ἥλιον ὡρονομήσῃ• ἐὰν δὲ ἐν τῷ ὑπογείῳ τόπῳ εὑρεθῶσι ἥ τε Ἀφροδίτη καὶ ὁ Ἄρης ἑνὸς τούτων ὡρονομοῦντος ἢ καὶ ἐν τῷ δυτικῷ κέντρῳ, ἐκ τῶν ἐναντίων σώφρονας ποιοῦσι καὶ θεοσεβεῖς ἢ ἐνεργεῖν μὴ δυναμένους ἐν τοῖς ἀφροδισίοις ἢ σπανοτέκνους ἢ θηλυγόνους• μεγάλη γὰρ διαφορὰ γινεται ἐκ τῆς πρὸς τὰ κέντρα σχέσεως τῆς Ἀφροδίτης καὶ τοῦ Ἄρεως, ἐὰν Κρόνος ἐπίδῃ τινὰ αὐτῶν τῶν ε' λαμπρῶν ἀστέρων ὡρονομοῦντα, ἰατρικῆς ἔμπειροι γίνονται καὶ προγνῶσται, ἀπὸ κρυφῶν βίβλων καὶ τελετῶν πολυΐστορες. ἐὰν δὲ Ζεὺς ἐπιθεωρήσῃ ὡρονομοῦντα ἕνα ὧν προεῖπον λαμπρῶν ἀστέρων μείζονας τάς εὐτυχίας καὶ τάς δόξας καὶ τάς ἀρχὰς καὶ τάς ἡγεμονίας παρέχεται, καὶ ἐν αὐτοῖς δὲ τούτοις διαφορὰν ἄλλην εὑρήσομεν• ἐὰν γὰρ ὡροσκοπῇ ἢ μεσουρανῇ ὅ τοῦ Στάχυος ἀστήρ, ποιεῖ ἱεροφάντας, ἱερεῖς μεγαλοτίμους ἢ φιλοσόφους ἢ τελετῶν τινων προφήτας καὶ μάλιστα τοὺς περὶ τὴν Ἑλλάδα γεννωμένους• ἐπὶ θηλυκῶν δὲ γενέσεων οὕτως εὑρεθεὶς ποιεῖ ἱερείας ἢ ἱεροφαντίδας ἢ καὶ μυστηρίων καὶ τελετῶν εἰδήμονας καὶ τελεσμάτων τινῶν ἀπεχομένους καὶ διὰ θεῶν μεγάλως βοηθουμένους. ἐὰν δὲ ὡροσκοπῇ ἢ μεσουρανῇ ὁ τοῦ βορείου Στεφάνου, ποιεῖ ἐνδόξους στεφανηφόρους, ἀρχιερεῖς, βασιλέων φίλους καὶ τῷ σώματι ἰσχυροὺς καὶ ὀνομαστοὺς γιγνομένους, παρὰ πολλῶν φιλουμένους. ἐὰν δὲ ὡροσκοπῇ ὁ του νοτίου Ἰχθύος, σπανοτέκνους ποιεῖ ἢ βραδυτέκνους ἢ θηλυγόνους ἢ ἀτέκνους, λογίους δὲ πάνυ καὶ μᾶλλον εὐειδεῖς.

Ὁ Ἀρκτοῦρος, Ζυγοῦ μοίρας ε' μ', βόρειος, μεγέθους πρώτου, κράσεως Διὸς καὶ Ἄρεως... Οὔτοι οἱ ἀστέρες ἰσομοίρως ὡροσκοποῦντες ἣ μεσουρανοῦντες ποιοῦσιν ἐνδόξους στρατηγικούς, χώρας καὶ πόλεις καὶ ἔθνη ὑποτάσσοντας καὶ διοικοῦντας καὶ φοβεροὺς ἀνθρώπους καὶ ἡγεμόνας καὶ στρατηλάτας, διοικητικούς, κεκινημένους, ἀνυποτάκτους, παρρησιαστικους, φιλονείκους, ἀνυστικούς, εὐεπιβόλους, ἐπάνδρους, νικητικούς, πολυκτήμονας πάνυ καὶ ἄγαν πλουσίους, μεγαλοψύχους καὶ φιλοτίμους, φιλοκάλους, οὐ πάντως δὲ καλῶ τέλει τελευτῶντας.

Πάλιν ὁ ἐπὶ τῆς ἀριστερᾶς χηλῆς τοῦ Σκορπίου, Ζυγοῦ μοίρας κε’ γ', βόρειος, μεγέθους δευτέρου, κράσεως Διὸς καὶ Ἑρμοῦ.... Ἐὰν οὔτοι τύχωσι ὡροσκοποῦντες ἢ μεσουρανοῦντες, ποιοῦσι φιλο¬λόγους, πολυΐστορας, δημηγορικούς, φιλομούσους, ποιητικούς, φιλοκάλους, εὐεπιβόλους, εὐφυεῖς, πολυπράκτους, ἀξιωματικούς, εὐσεβεῖς, φιλοθέους, εὐχρηματίστους, πολυγνώστους ἢ καὶ ἀπὸ δοσοληψίας εὐτυχοῦντας μεγάλως χρυσοῦ τε καὶ ἀργύρου καὶ τῶν τοιούτων καὶ πρὸς τάς συμπεριφορὰς ἐλευθεριωτέρους καὶ μάλιστα ἐπὶ ἡμερινῆς γενέσεως• ἐπὶ γὰρ τῶν νυκτὸς γινομένων ὡροσκοποῦντες ποιοῦσι δοξοσόφους, ἀλαζονικούς, ἐπιτηδευματικούς, ὑποκρινομένους, πολυΐστορας δὲ καὶ μνημονικοὺς καὶ διδασκάλους καὶ καθαροὺς ἐν ταῖς ἐπιθυμίαις. [Ῥητόριος, Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς Ε', νη'. Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως]

 

 

Σχόλια:    Αξιολόγηση:
παρακαλώ περιμένετε...

ΑΦΗΣΕ ΤΟ ΣΧΟΛΙΟ ΣΟΥ

Αξιολόγηση: χωρίς αξιολόγηση

έχουν γενέθλια 239 μέλη.

ΦΥΛΕΣ - ΤΕΛΕΥΤΑΙΕΣ ΚΑΤΑΧΩΡΗΣΕΙΣ

  • loading...

ΤΕΛΕΥΤΑΙΑ ΣΧΟΛΙΑ

  • loading...
  • loading...